Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.200 Joseph. AJ 14.206 (English) >>Joseph. AJ 14.211

14.204καὶ ὅπως μηδεὶς μήτε ἄρχων μήτε ἀντάρχων μήτε στρατηγὸς πρεσβευτὴς ἐν τοῖς ὅροις τῶν Ἰουδαίων ἀνιστὰς συμμαχίαν καὶ στρατιώτας ἐξῇ τούτῳ χρήματα εἰσπράττεσθαι εἰς παραχειμασίαν ἄλλῳ τινὶ ὀνόματι, ἀλλʼ εἶναι πανταχόθεν ἀνεπηρεάστους. 14.205ὅσα τε μετὰ ταῦτα ἔσχον ἐπρίαντο καὶ διακατέσχον καὶ ἐνεμήθησαν, ταῦτα πάντα αὐτοὺς ἔχειν. Ἰόππην τε πόλιν, ἣν ἀπʼ ἀρχῆς ἔσχον οἱ Ἰουδαῖοι ποιούμενοι τὴν πρὸς Ῥωμαίους φιλίαν αὐτῶν εἶναι, καθὼς καὶ τὸ πρῶτον, ἡμῖν ἀρέσκει, 14.206φόρους τε ὑπὲρ ταύτης τῆς πόλεως Ὑρκανὸν Ἀλεξάνδρου υἱὸν καὶ παῖδας αὐτοῦ παρὰ τῶν τὴν γῆν νεμομένων χώρας λιμένος ἐξαγωγίου κατʼ ἐνιαυτὸν Σιδῶνι μοδίους δισμυρίους χοεʹ ὑπεξαιρουμένου τοῦ ἑβδόμου ἔτους, ὃν σαββατικὸν καλοῦσιν, καθʼ ὃν οὔτε ἀροῦσιν οὔτε τὸν ἀπὸ τῶν δένδρων καρπὸν λαμβάνουσιν. 14.207τάς τε κώμας τὰς ἐν τῷ μεγάλῳ πεδίῳ, ἃς Ὑρκανὸς καὶ οἱ πρόγονοι πρότερον αὐτοῦ διακατέσχον, ἀρέσκει τῇ συγκλήτῳ ταῦτα Ὑρκανὸν καὶ Ἰουδαίους ἔχειν ἐπὶ τοῖς δικαίοις οἷς καὶ πρότερον εἶχον. 14.208μένειν δὲ καὶ τὰ ἀπʼ ἀρχῆς δίκαια, ὅσα πρὸς ἀλλήλους Ἰουδαίοις καὶ τοῖς ἀρχιερεῦσιν καὶ ἱερεῦσιν ἦν τά τε φιλάνθρωπα ὅσα τε τοῦ δήμου ψηφισαμένου καὶ τῆς συγκλήτου ἔσχον. ἐπὶ τούτοις τε τοῖς δικαίοις χρῆσθαι αὐτοῖς ἐξεῖναι ἐν Λύδδοις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.200 Joseph. AJ 14.206 (English) >>Joseph. AJ 14.211

Powered by PhiloLogic